Jean, chapitres :



Texte Grec (D05)

1.

Ὡς οὖν ἔγνω ὁ Ἰης ὅτι ἤκουσαν οἱ φαρισαῖοι ὅτι Ἰης πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης,

2.

καίτοιγε αὐτὸς Ἰης οὐκ ἐβάπτιζεν ἀλλ'οἱ μαθηταὶ αὐτοῦ,

3.

ἀφῆκεν τὴν Ἰουδαίαν

γῆνsubstantif fem. sg. acc.
καὶ ἀπῆλθεν πάλιν εἰς τὴν Γαλιλαίαν.

4.

Ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρίας.

5.

Ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρίας λεγομένην Συχὰρ πλησίον τοῦ χωρίου

οὗattraction du relatif au cas de son antécédent.
ἔδωκεν Ἰακὼβ [.] Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ·

6.

ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. ὁ οὖν Ἰης κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡς ἕκτη.

7.

Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρίας ἀντλῆσαι ὕδωρ. λέγει αὐτῇ ὁ Ἰης· Δός μοι πεῖν·

 

8.

οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσιν.

9.

λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρῖτις, σὺ Ἰουδαῖος ὢν πῶς παρ' ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς Σαμαρίτιδος. [...]

10.

ἀπεκρίθη

À l'introduction d'une personne dans un texte, la règle voudrait l'insertion de l'article devant son nom.
Ἰης καὶ εἶπεν αὐτῇ· εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θῦ καὶ τίς ἐστιν ὁ λέγων σοι· δός μοι πεῖν,
συνLe préfixe συν confère au verbe αιτέω la notion d'une demande faite ensemble à plusieurs, ou pour un tiers.
ήτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.

11.

λέγει αὐτῷ

ἡ γυνήSubstantif fem. sg. nom.
, Κε, οὐδὲ ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶν βαθύ· πόθεν [.] ἔχεις [.] ὕδωρ [.] ζῶν;

12.

μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα [.];

13.

ἀπεκρίθη Ἰης καὶ εἶπεν αὐτῇ· πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν·

14.

article et pronom (forme ancienne) masc. sg. nom.
δὲ
πείνωνparticipe pres. act. masc. sg. nomin.
ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ [.] δειψήσει εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ
ἐγὼPronom 1ère pers. masc. sg. nom.
δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.

15.

λέγει πρὸς αὐτὸν ἡ γυνή, Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ

δειψήσω1ère pers sg. aor. subj. act.
μηδὲ
ἔρχωμαιIère pers. sg. pres. ind mp.
ἐνθάδε ἀντλεῖν.

16.

Λέγει αὐτῇ

ὁ ἸηςNomina sacra, abéviation du nominatif ὁ Ἰησους
· ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε.

17.

ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν [.]· ἄνδρα οὐκ ἔχω. λέγει αὐτῇ ὁ Ἰης· καλῶς εἶπας ὅτι ἄνδρα οὐκ

ἔχεις2e pers. sg. pres. ind. act.
·

18.

πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας.

19.

λέγει αὐτῷ ἡ γυνή, kύριε, θεωρῶ ὅτι προφήτης εἶ [.].

20.

οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου προσκυνεῖν δεῖ.

21.

λέγει αὐτῇ ὁ Ἰης· γύναι πίστευέ μοι ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τούτῳ τῷ ὄρει οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετ

αιphonétique ancienne
τῷ Πατρί.

22.

ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν.

23.

ἀλλὰ ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν.

24.

πνεῦμα ὁ Θς, καὶ τοὺς προσκυνοῦντας [.] ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνεῖν δεῖ.

25.

λέγει αὐτῷ ἡ γυνή, Οἶδα ὅτι Μεσσ

εphonétique ancienne
ίας ἔρχεται, ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελ
λPrésent indicatif actif
εῖ ἡμῖν πάντα.

26.

λέγει αὐτῇ ὁ Ἰης· Ἐγώ εἰμι, ὁ λαλῶν σοι.

27.

Καὶ ἐπὶ τούτῳ

ἦλθονphonétique ancienne
οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπεν
αὐτῷPronom pers. masc/neut. sg. datif
, Τί ζητεῖς; ἤ, Τί λαλεῖς μετ' αὐτῆς;

28.

ἀφῆκεν οὖν ἡ γυνὴ τὴν ὑδρίαν αυτῆς καὶ ἀπῆλθεν εἰς τὴν πόλιν καὶ λέγει τοῖς ἀνθρώποις·

29.

Δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέν μοι πάντα ὅσα ἐποίησα· μήτι

ἐκεῖνόςPronom pers. masc. sg. nom.
ἐστιν ὁ Χριστός;

30.

καὶ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν.

31.

Ἐν τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες, Ῥαββί, φάγε.

32.

ὁ δὲ εἶπεν αὐτοῖς· Ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε.

33.

ἔλεγον δὲ

ἐνPréposition
ἑαυτοῖςPronom réfléchi, masculin, 3e pers. du pluriel, datif.
οἱ μαθηταὶ· μή τις ἤνεγκεν αὐτῷ φαγεῖν;

34.

λέγει αὐτοῖς ὁ Ἰης, Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.

35.

οὐχ ὑμεῖς λέγετε ὅτι [.] τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμόν. ἤδη

36.

ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα καὶ ὁ σπείρων καὶ ὁ θερίζων ὁμοῦ, χα[ί]ρῃ.

37.

ἐν γὰρ τούτῳ ἐστὶνλόγος ἀληθινὸς ὅτι Ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων.

38.

ἐγὼ

ἀπέσταλκα1ère pers. sg. parf. ind. act.
ὑμᾶς θερίζειν [.] οὐχ ὑμεῖς
ἐκοπιάσατε2e pers. pl. aor. ind. act.
· ἄλλοι
ἐκοπίασαν3eme pers pl aor ind act.
, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.

39.

Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαριτῶν διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης ὅτι Εἶπέ μοι πάντα

ὅσαadj. plur neutre nom/voc/acc.
ἐποίησα.

40.

ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρῖται, ἠρώτων αὐτὸν μεῖναι παρ' αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας.

41.

καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ,

42.

τῇ δὲ γυναικὶ ἔλεγον ὅτι οὐκέτι διὰ τὴν σὴν

μαρτυρίανSubstantif fem. sg. acc.
πιστεύομεν·
αὐτοῦPronom masc/neut. sg. gen.
γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου  
Xρς.Nomina sacra, abréviation de Xριστός, nom.

43.

Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν εἰς τὴν Γαλιλαίαν·

44.

αὐτὸς γὰρ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει.

45.

ὡςConjonction ou adverbe
οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐξεδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες
Pronom pl. neut. nom/acc
ἐποίησεν ἐν Ἱερουσαλὴμ [.] τῇ ἑορτῇ, καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν.

46.

Ἦλθεν οὖν πάλιν εἰς τὴν Κανὰ τῆς Γαλιλαίας, ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον. ἦν δὲ τις βασιλισκὸς οὗ ὁ υἱὸς ἠσθένει ἐν Καφαρναούμ.

47.

οὗτος ἀκούσας ὅτι Ἰης ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν ἀπῆλθεν πρὸς αὐτὸν καὶ ἠρώτα ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν, ἤμελλεν γὰρ ἀποθνῄσκειν.

48.

εἶπεν οὖν ὁ Ἰης πρὸς αὐτόν· ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε.

49.

λέγει πρὸς αὐτὸν ὁ βασιλισκός· κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον [.].

50.

λέγει αὐτῷ ὁ Ἰης· Πορεύου, ὁ υἱός σου ζῇ. ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ

Pronom masc/neut. sg. gen.
εἶπεν αὐτῷ ὁ Ἰης καὶ ἐπορεύετο.

51.

ἤδη δὲ αὐτοῦ καταβαίνοντος ὑπήντησαν οἱ δοῦλοι αὐτῷ καὶ

ἤγγειλαν 3e pers. pl. aor. ind. act.
αὐτῷ Pronom pers. masc/neut. sg. datif
ὅτι ὁ υἱός σου ζῇ.

52.

ἐπύθετο οὖν τὴν ὥραν παρ' αὐτῶν ἐν ᾗ κομψότερον ἔσχεν·καὶ εἶπαν αὐτῷ ὅτι Ἐχθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός.

53.

ἔγνω οὖν ὁ πατὴρ ὅτι ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰης

ὅτι Conjonction ou adverbe
ὁ υἱός σου ζῇ, καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη.

54.

Τοῦτο πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰης ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.

Voir l'original

Photo du manuscrit