Jean, chapitres :



Texte Grec (D05)

1.

Τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου.

2.

τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰς καὶ λέγει αὐτοῖς· ἦραν τὸν Κν ἐκ τοῦ μνημείου καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν.

3.

Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ [.] ἄλλος μαθητὴς καὶ ρχοντο εἰς τὸ μνημεῖον.

4.

ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμεν τάχιον τοῦ Πέτρου καὶ ἦλθεν πρῶτος εἰς τὸ μνημεῖον.

5.

καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια, οὐ μέντοι εἰσῆλθεν.

6.

ἔρχεται οὖν [.] Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα,

7.

καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον.

8.

τότε οὖν εἰσῆλθεν [.] ὁ ἄλλος μαθητὴς ὁ λθὼν πρῶτος [εἰς] τὸ μνημεῖον καὶ εἶδεν καὶ

οὐκAdverbe
ἐπίστευσεν·

9.

οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι.

10.

ἀπῆλθον οὖν πάλιν πρὸς αυτοὺς οἱ μαθηταί.

11.

Μαρία δὲ εἱστήκει πρὸς τῷ μνημείῳ κλαίουσα ἔξω. ὡς οὖν ἔκλαιεν, παρέκυψεν εἰς τὸ μνημεῖον.

12.

καὶ θεωρεῖ δύο ἀγγέλους [...], ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰῦ.

13.

καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· γύναι, τί κλαίεις;

τίναPronom pers. masc. sg. nom.
ζητεῖς2e pers. sg. pres. ind. act.
; λέγει αὐτοῖς ὅτι ἦραν τὸν Κν μου, καὶ οὐκ οἶδα ποῦ
τέθεικαν3eme personne du pluriel, parfait indicatif actif.
αὐτόν.

14.

Ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσωκαὶ θεωρεῖ τὸν Ἰην ἑστῶτα καὶ οὐκ ᾔδειὅτι Ἰης ἐστιν.

15.

λέγει αὐτῇ

Article masc sg nom.
Ἰης· γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁκηπουρός ἐστιν λέγει αὐτῷ· Κε,εἰ σὺ
ἦρες2e pers. sg. aor. ind. act.
αὐτόν, εἰπέ μοι ποῦ
τέθεικας2nd pers. sg. parf. ind. actif.
αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ.

16.

λέγει αὐτῇ Ἰης· Μαρια. στραφεῖσα δὲ ἐκείνη λέγει αὐτῷ Ἑβραϊστί· ραββωνει, ὃ λέγεται Κε διδάσκαλε

17.

λέγει αὐτῇ Ἰης· μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πρα· πορεύου οὖν πρὸς τοὺς ἀδελφούς [.] καὶ εἰπὲ αὐτοῖς· ἀναβαίνω πρὸς τὸν Πρα μου καὶ πατέρα ὑμῶν καὶ Θν μου καὶ Θν ὑμῶν. 

18.

Ἔρχεται Μαρια ἡ Μαγδαληνὴ ἀπαγγέλλουσα τοῖς μαθηταῖς

αὐτοῦPronom possessif masc. sg. gen.
, ὅτι
ἑώρακεν3e personne du singulier, indicatif aoriste actif.
τὸν Κν, καὶ
Pronom neutre pluriel, nominatif/accusatif.
εἶπεν αὐτῇ
ἐμήνυσεν3e personne du singulier, indicatif aoriste actif.
αὐτοῖςPronom réfléchi, 3e pers pl. masc.
.

19.

Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ

τῶνArticle masculin ou neutre pluriel, génitif.
σαββάτων καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν [.] Ἰης καὶ ἔστη εἰς τὸ μέσον καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν.

20.

καὶ τοῦτο εἰπὼν ἔδειξεν τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῖς. ἐχάρησαν οὖν οἱ μαθηταὶ

αὐτοῦPronom possessif masc. sg. gen.
ἰδόντες τὸν Kν.

21.

εἶπεν οὖν αὐτοῖς πάλιν· εἰρήνη ὑμῖν· καθὼς ἀπέσταλκέν με ὁ πατήρ, κἀγὼ

ἀποστέλλω3e pers sg pres. ind act.
ὑμᾶς.

22.

[.] τοῦτο εἰπὼν ἐνεφύσησεν

αὐτοῖςPronom pers masc/neut plur, datif
· καὶ λέγει αὐτοῖς· λάβετε πνεῦμα ἅγιον·

23.

άν τινων ἀφῆτε τὰς ἁμαρτίας ἀφέωνται αὐτοῖς, άν τινων

κρατήσετε2e pers. aor. subj. act.
κεκράτηνται.

24.

Θωμᾶς δὲ εἷς ἐκ τῶν - ιβ -, [.] λεγόμενος Δίδυμος, οὐκ ἦν μετ’ αὐτῶν ὅτε ἦλθεν Ἰης.

25.

ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί

ὅτιConjonction
ἑωράκαμεν τὸν Kν. ὁ δὲ εἶπεν αὐτοῖς· ἐὰν μὴ ἴδω
εἰςPréposition
τὰςArticle féminin pluriel, accusatif.
χεῖραςSubstantif féminin pluriel accusatif
αὐτοῦ τὸν τύπον τῶν ἥλων καὶ βάλω μου
τὰςArticle féminin pluriel, accusatif.
χεῖραςSubstantif féminin pluriel accusatif
εἰς τὴν πλευρὰν αὐτοῦ καὶ βάλω μου τὸν δάκτυλόν εἰς τὸν τύπον τῶν ἥλων, οὐ μὴ πιστεύσω.

26.

Καὶ μεθ’ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ’ αὐτῶν. ἔρχεται οὖν ὁ Ἰης τῶν θυρῶν κεκλεισμένων καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· εἰρήνη ὑμῖν.

27.

εἶτα λέγει τῷ Θωμᾷ· φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ

ἴσθι2e personne du singulier, présent impératif actif.
ἄπιστος ἀλλὰ πιστός.

28.

ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· ὁ Κς μου καὶ [.] Θς μου.

29.

λέγει αὐτῷ ὁ Ἰης· ὅτι ἑώρακάς με πεπίστευκας. μακάριοι οἱ μὴ εἰδόντες καὶ πιστεύσαντες.

30.

Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν [.] Ἰης ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστιν γεγραμμένα ἐν τῷ βιβλῳ τούτῳ·

31.

ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰης [.] Χρς [.] υἱὸς ἐστιν τοῦ Θῦ, καὶ ἵνα πιστεύοντες ζωὴν

αἰώνιονAdjectif masculin, féminin ou neutre, singulier, accusatif.
ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.